Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  2. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  3. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  4. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  5. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  6. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  7. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  8. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  9. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  10. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  11. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  12. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  13. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  14. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  15. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  16. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  17. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  18. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  19. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  20. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  21. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  22. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  23. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  24. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  25. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  26. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  27. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  28. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  29. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  30. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  31. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  32. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  33. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  34. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  35. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  36. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  37. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  38. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  39. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  40. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  41. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  42. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  43. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  44. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  45. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  46. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  47. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  48. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  49. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  50. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  51. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  52. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  53. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  54. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  55. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  56. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  57. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,