τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνωςἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου ΔευκαλίωνοςΔευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσωᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼςοἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείραςκαὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·