Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  2. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  3. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  4. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  5. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  6. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  7. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  8. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  9. πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  10. Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  11. ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  12. ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  13. ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  14. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  15. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  16. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  17. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  18. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  19. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  20. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  21. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  22. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  23. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  24. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  25. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  26. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  27. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  28. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  29. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  30. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  31. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  32. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·