Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  • καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  • πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  • ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  • ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  • Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  • τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  • ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  • πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  • Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  • ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  • ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,