Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  • καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  • πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  • ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  • ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  • Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.