οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσειςπλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρηςἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποιπολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνωςἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,