Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  2. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  5. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  6. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  7. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  8. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  9. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  10. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  11. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,