Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  2. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  3. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  4. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  5. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  6. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  7. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  8. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  9. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  10. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  12. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  13. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  14. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  15. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  16. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  17. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·