Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  • εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  • ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  • νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  • μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  • γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,