ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλληνμῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆεςγήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλισταοἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.