Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  2. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  3. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  4. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  5. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  6. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  7. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  8. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  9. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  10. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  11. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  12. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  13. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  14. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  15. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  16. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  17. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  18. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  19. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  20. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  22. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  23. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;