Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  2. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  3. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  4. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  5. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  6. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  7. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  8. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  9. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  10. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  11. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  12. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.