φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·