τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάωνοὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.