Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  2. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  3. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  4. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  5. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  6. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  7. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  8. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  9. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  10. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  11. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  12. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  13. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  14. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  15. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  16. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  17. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  18. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  19. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  20. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας