Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  • μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  • νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  • ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  • Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  • οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  • οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  • τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  • οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  • ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  • οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  • φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  • στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  • λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  • κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  • μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  • ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  • Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  • μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  • μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  • αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  • ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  • νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  • ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  • ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  • μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  • καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  • εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  • ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  • νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  • μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες