ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τεὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύςεἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάωνοὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,