Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  • ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  • Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  • εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  • μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  • νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  • ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  • Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  • οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  • οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  • τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  • οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·