Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  2. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  3. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  4. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  5. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  6. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  7. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  8. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  9. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·