ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαννεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴςἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσωνεὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαιναπυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦςἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάωνμνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴοἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τεἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·