Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  2. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  3. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  4. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  5. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  6. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  9. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  10. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  11. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  12. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα