Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  2. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  3. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  4. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  5. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  6. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  7. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  8. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  9. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  10. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  11. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  12. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  13. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  14. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  15. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  16. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  17. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  18. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  19. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  20. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  21. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  22. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  23. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  24. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  25. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  26. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  27. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  28. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  29. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  30. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  31. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  32. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  33. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  34. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  35. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  36. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  37. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  38. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  39. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  40. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  41. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  42. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  43. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  44. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  45. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  46. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  47. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  48. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  49. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  50. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  51. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  52. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  53. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  54. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  55. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  56. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  57. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν