Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  2. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  3. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  4. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  5. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  6. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  7. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  8. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  9. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  10. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  11. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  12. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  13. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  14. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  15. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  16. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  17. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  18. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  19. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  20. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  21. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  22. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  23. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  24. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  25. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  26. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  27. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  28. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  29. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  30. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  31. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  32. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  33. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  34. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  35. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  36. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  37. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  38. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  39. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  40. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  41. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  42. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  43. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  44. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  45. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  46. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  47. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  48. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  49. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  50. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  51. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  52. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  53. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  54. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  55. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  56. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  57. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  58. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  59. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  60. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  61. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  62. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  63. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  64. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  65. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  66. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  67. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  68. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  69. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  70. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  71. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  72. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  73. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  74. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  75. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  76. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  77. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  78. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  79. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  80. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  81. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  82. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  83. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  84. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  85. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  86. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  87. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  88. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  89. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  90. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  91. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  92. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  93. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  94. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  95. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  96. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  97. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  98. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  99. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  100. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  101. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  102. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  103. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  104. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  105. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  106. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  107. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  108. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  109. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  110. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  111. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  112. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  113. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  114. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  115. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  116. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  117. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  118. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  119. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  120. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  121. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  122. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  123. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  124. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  125. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  126. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  127. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  128. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  129. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  130. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  131. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  132. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  133. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  134. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  135. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  136. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  137. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  138. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  139. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  140. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  141. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  142. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  143. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  144. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  145. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  146. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  147. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  148. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  149. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  150. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  151. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  152. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  153. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  154. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  155. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  156. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  157. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  158. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  159. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  160. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  161. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  162. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  163. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  164. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  165. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  166. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν