Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  2. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  3. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  4. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  5. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  6. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  7. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  8. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  9. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,