Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  2. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  3. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  4. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  5. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  6. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.