Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  2. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  3. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  4. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  5. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  6. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  7. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  8. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.