Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  2. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  3. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  4. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  5. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  6. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  7. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  8. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  9. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  10. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  11. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  12. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  13. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  14. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  15. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  16. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,