Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  2. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  3. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  4. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  5. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  6. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  7. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  8. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  9. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  10. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  11. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  12. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.