Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  2. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  3. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  4. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  5. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  6. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  7. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  8. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  9. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  10. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  11. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  12. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  13. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  14. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  15. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  16. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  17. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε