Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  2. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  3. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  4. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  5. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  6. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  7. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  8. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  9. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  10. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  11. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  12. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  13. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς