Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  2. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  3. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  4. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  5. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  6. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  7. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;