Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  2. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  3. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  4. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  5. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  6. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  7. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·