νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίωνσήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρεκαὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.