Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  2. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  3. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  4. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  5. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  6. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  7. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  8. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  9. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  10. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  11. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  12. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  13. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  14. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  15. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  16. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  17. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  19. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  20. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  21. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  22. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου