Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  2. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  3. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  4. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  5. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  6. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  7. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.