Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  2. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  3. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  4. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  5. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  6. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης