Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  2. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  3. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  4. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  5. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  6. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  7. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  8. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  9. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  10. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  11. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  12. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.