Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  2. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  3. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  4. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  5. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  6. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  7. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  8. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  9. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·