Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  2. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  3. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  4. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  5. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  6. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  7. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  8. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  9. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  10. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  11. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  12. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  13. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  14. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  16. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  17. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  18. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  19. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  20. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  21. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  22. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  23. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  24. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  25. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  26. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  27. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  28. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  29. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  30. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  31. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  32. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  33. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  34. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  35. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  36. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  37. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  38. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  39. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  40. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  41. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  42. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  43. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  44. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  45. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  46. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
  47. νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
  48. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
  49. αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
  50. ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  51. τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
  52. τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
  53. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
  54. σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
  55. καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
  56. τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
  57. οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
  58. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  59. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  60. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  61. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  62. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  63. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  64. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  65. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  66. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  67. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  68. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  69. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  70. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  71. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  72. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  73. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  74. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  75. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  76. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  77. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  78. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  79. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  80. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  81. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  82. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  83. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  84. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  85. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  86. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  87. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  88. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  89. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  90. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  91. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  92. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  93. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  94. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  95. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  96. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  97. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
  98. Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
  99. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
  100. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
  101. κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
  102. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
  103. σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
  104. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  105. βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
  5. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  6. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  7. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  8. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  9. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  11. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  12. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  13. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  14. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  17. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  18. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  19. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  21. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  22. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  23. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  24. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  26. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  27. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  28. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  29. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  31. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  32. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  33. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  34. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  36. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  37. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  38. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  39. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  41. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  42. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  43. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  44. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  46. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  47. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  48. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  49. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  51. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  52. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  53. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  54. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  56. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  57. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  58. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  59. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  61. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  62. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  63. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  64. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  66. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  67. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  68. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  69. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  71. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  72. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  73. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  74. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  76. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  77. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  78. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  79. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  81. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  82. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  83. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  84. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  86. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  87. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  88. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  89. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  91. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  92. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  93. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  94. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  96. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  97. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  98. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  99. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  100. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  101. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  102. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  103. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  104. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  105. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  106. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  107. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  108. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  109. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  110. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  111. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  112. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  113. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  114. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  115. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  116. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  117. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  118. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  119. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  120. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  121. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  122. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  123. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  124. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  125. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  126. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  127. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  128. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  129. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  130. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  131. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  132. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  133. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  134. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  135. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  136. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  137. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  138. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  139. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  140. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  141. κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  142. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  143. ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  144. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  145. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  146. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  147. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  148. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  149. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  150. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  151. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  152. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  153. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  154. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  155. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  156. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  157. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  158. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  159. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  160. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  161. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  162. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  163. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  164. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  165. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  166. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  167. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  168. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  169. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  170. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  171. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  172. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  173. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  174. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  175. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  176. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  177. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  178. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  179. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  180. πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  181. Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  182. ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  183. ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  184. ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  185. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  186. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  187. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  188. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  189. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  190. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  191. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  192. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  193. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  194. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  195. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  196. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  197. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  198. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  199. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  200. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  201. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  202. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  203. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  204. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  205. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  206. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  207. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  208. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  209. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  210. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  211. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  212. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  213. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  214. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  215. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  216. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  217. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  218. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  219. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  220. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  221. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  222. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  223. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  224. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  225. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  226. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  227. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  228. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  229. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  230. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  231. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  232. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  233. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  234. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  235. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  236. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  237. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  238. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  239. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  240. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  241. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  242. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  243. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  244. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  245. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  246. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  247. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  248. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  249. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  250. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  251. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  252. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  253. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  254. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  255. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  256. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  257. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  258. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  259. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  260. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  261. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  262. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  263. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  264. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  265. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  266. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  267. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  268. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  269. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  270. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  271. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  272. ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  273. αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
  274. ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
  275. Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
  276. Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
  277. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
  278. τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
  279. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  280. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  281. καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
  282. οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
  283. ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
  284. χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
  285. ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
  286. οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
  287. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
  288. ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  289. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  290. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  291. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  292. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  293. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  294. καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  295. ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  296. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  297. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  298. ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  299. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  300. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  301. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  302. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  303. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  304. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  305. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  306. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  307. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  308. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  309. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  310. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  311. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  312. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
  313. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
  314. τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
  315. οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
  316. ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
  317. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  318. δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  319. ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  320. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
  321. ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
  322. ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
  323. τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
  324. ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
  325. πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
  326. ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  327. εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  328. δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  329. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  330. τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  331. ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  332. ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  333. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  334. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  335. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  336. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  337. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  338. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  339. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  340. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  341. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  342. ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
  343. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  344. γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  345. τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  346. εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  347. ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  348. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  349. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  350. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  351. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  352. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  353. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  354. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  355. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  356. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  357. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  358. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  359. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  360. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  361. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  362. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  363. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  364. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  365. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  366. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  367. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  368. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  369. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  370. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  371. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  372. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  373. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  374. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  375. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  376. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  377. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  378. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  379. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  380. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  381. ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
  382. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  383. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  384. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  385. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  386. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  387. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  388. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  389. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  390. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  391. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  392. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  393. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
  394. Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  395. μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
  396. κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  397. Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
  398. ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
  399. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
  400. παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
  401. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  402. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  403. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
  404. παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
  405. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
  406. γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
  407. πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
  408. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·