Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  2. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  3. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  4. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  5. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  6. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  7. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.