Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  2. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  3. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  4. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  5. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  6. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  7. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  8. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  9. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν