Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  2. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  3. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  4. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  5. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  6. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  7. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  8. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  9. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν