Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  2. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  3. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  4. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  5. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  6. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  7. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  8. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  9. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  10. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  11. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  12. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  13. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  14. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  15. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  16. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  17. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  18. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  19. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  20. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  21. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  22. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  23. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  24. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  25. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  26. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  27. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  28. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  29. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  30. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  31. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  32. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  33. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  34. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  35. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  36. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  37. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  38. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  39. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  40. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  41. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  42. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  43. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  44. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  45. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  46. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  47. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  48. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  49. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  50. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  51. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  52. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  53. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  54. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  55. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  56. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  57. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  58. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  59. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  60. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  61. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  62. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  63. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  64. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  65. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  66. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  67. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  68. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  69. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  70. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  71. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  72. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  73. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  74. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  75. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  76. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  77. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  78. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
  79. νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
  80. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
  81. αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
  82. ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  83. τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
  84. τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
  85. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
  86. σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
  87. καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
  88. τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
  89. οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
  90. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  91. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  92. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  93. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  94. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  95. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  96. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  97. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  98. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  99. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  100. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  101. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  102. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  103. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  104. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  105. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  106. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  107. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  108. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  109. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  110. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  111. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  112. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  113. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  114. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  115. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  116. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  117. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  118. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  119. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  120. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  121. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  122. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  123. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  124. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  125. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  126. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  127. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  128. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  129. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
  130. Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
  131. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
  132. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
  133. κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
  134. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
  135. σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
  136. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  137. βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
  5. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  6. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  7. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  8. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  9. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  11. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  12. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  13. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  14. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  17. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  18. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  19. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  21. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  22. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  23. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  24. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  26. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  27. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  28. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  29. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  31. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  32. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  33. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  34. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  36. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  37. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  38. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  39. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  41. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  42. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  43. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  44. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  46. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  47. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  48. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  49. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  51. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  52. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  53. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  54. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  56. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  57. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  58. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  59. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  61. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  62. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  63. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  64. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  66. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  67. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  68. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  69. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  71. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  72. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  73. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  74. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  76. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  77. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  78. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  79. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  81. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  82. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  83. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  84. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  86. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  87. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  88. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  89. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  91. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  92. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  93. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  94. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  96. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  97. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  98. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  99. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  100. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  101. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  102. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  103. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  104. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  105. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  106. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  107. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  108. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  109. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  110. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  111. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  112. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  113. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  114. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  115. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  116. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  117. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  118. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  119. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  120. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  121. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  122. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  123. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  124. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  125. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  126. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  127. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  128. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  129. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  130. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  131. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  132. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  133. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  134. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  135. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  136. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  137. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  138. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  139. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  140. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  141. κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  142. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  143. ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  144. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  145. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  146. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  147. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  148. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  149. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  150. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  151. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  152. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  153. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  154. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  155. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  156. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  157. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  158. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  159. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  160. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  161. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  162. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  163. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  164. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  165. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  166. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  167. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  168. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  169. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  170. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  171. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  172. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  173. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  174. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  175. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  176. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  177. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  178. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  179. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  180. πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  181. Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  182. ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  183. ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  184. ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  185. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  186. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  187. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  188. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  189. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  190. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  191. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  192. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  193. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  194. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  195. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  196. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  197. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  198. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  199. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  200. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  201. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  202. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  203. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  204. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  205. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  206. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  207. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  208. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  209. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  210. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  211. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  212. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  213. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  214. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  215. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  216. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  217. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  218. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  219. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  220. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  221. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  222. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  223. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  224. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  225. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
  226. διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
  227. αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·
  228. ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
  229. ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,
  230. ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,
  231. αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
  232. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
  233. οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·
  234. τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·
  235. ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.
  236. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  237. οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,
  238. ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
  239. ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
  240. ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
  241. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
  242. καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
  243. αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
  244. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
  245. εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.
  246. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
  247. Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
  248. ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
  249. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
  250. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  251. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
  252. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
  253. νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
  254. ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
  255. αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,
  256. πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
  257. κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  258. οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
  259. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
  260. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  261. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  262. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  263. μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
  264. τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
  265. καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα
  266. κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
  267. ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
  268. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
  269. νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
  270. ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
  271. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  272. ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
  273. αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
  274. ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
  275. Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ
  276. Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
  277. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
  278. τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,
  279. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  280. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  281. καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
  282. οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
  283. ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
  284. χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
  285. ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
  286. οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
  287. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
  288. ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  289. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  290. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  291. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  292. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  293. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  294. καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  295. ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  296. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  297. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  298. ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  299. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  300. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  301. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  302. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  303. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  304. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  305. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  306. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  307. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  308. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  309. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  310. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  311. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  312. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
  313. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
  314. τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
  315. οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
  316. ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
  317. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  318. δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  319. ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  320. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,
  321. ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
  322. ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων
  323. τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον
  324. ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
  325. πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν
  326. ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
  327. εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν
  328. δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
  329. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
  330. τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω
  331. ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
  332. ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
  333. τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
  334. πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
  335. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  336. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  337. ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
  338. ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
  339. νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
  340. κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·
  341. πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
  342. ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
  343. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
  344. γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
  345. τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
  346. εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
  347. ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·
  348. τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
  349. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  350. ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
  351. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
  352. ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
  353. ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα
  354. ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,
  355. δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,
  356. ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
  357. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,
  358. νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς
  359. ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·
  360. αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
  361. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
  362. δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  363. ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς
  364. ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
  365. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
  366. πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,
  367. ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο
  368. γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·
  369. νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
  370. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
  371. ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,
  372. ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
  373. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων
  374. οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε
  375. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  376. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης
  377. καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
  378. κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·
  379. πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,
  380. ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  381. ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
  382. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  383. ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
  384. ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν
  385. ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
  386. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα
  387. τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ
  388. ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς
  389. ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·
  390. αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα
  391. οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
  392. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω
  393. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
  394. Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
  395. μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο
  396. κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
  397. Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
  398. ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
  399. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
  400. παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
  401. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  402. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  403. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
  404. παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
  405. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
  406. γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
  407. πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
  408. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
  409. τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
  410. ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
  411. ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
  412. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  413. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
  414. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  415. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  416. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  417. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  418. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  419. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  420. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  421. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  422. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  423. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  424. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  425. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  426. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  427. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  428. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  429. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  430. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  431. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  432. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
  433. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  434. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
  435. οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
  436. ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
  437. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  438. ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
  439. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
  440. τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
  441. οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  442. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
  443. ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
  444. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
  445. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  446. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  447. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  448. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  449. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  450. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  451. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  452. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  453. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
  454. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  455. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
  456. ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
  457. δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
  458. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  459. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  460. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  461. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  462. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  463. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  464. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  465. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  466. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  467. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
  468. γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
  469. ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
  470. ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
  471. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
  472. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  473. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
  474. ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
  475. πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
  476. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
  477. πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
  478. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
  479. τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
  480. χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
  481. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  482. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  483. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  484. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  485. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  486. σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
  487. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  488. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  489. οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
  490. δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
  491. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  492. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  493. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  494. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  495. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  496. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  497. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  498. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  499. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  500. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  501. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  502. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  503. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  504. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
  505. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
  506. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  507. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  508. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  509. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  510. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  511. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  512. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  513. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  514. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  515. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  516. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  517. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  518. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  519. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  520. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  521. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  522. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  523. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  524. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  525. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  526. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  527. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  528. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  529. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  530. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  531. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  532. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  533. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  534. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  535. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  536. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  537. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  538. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  539. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  540. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
  541. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  542. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  543. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  544. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  545. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  546. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  547. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  548. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  549. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  550. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  551. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  552. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  553. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  554. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  555. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  556. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  557. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  558. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  559. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  560. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  561. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  562. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  563. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  564. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  565. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  566. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  567. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  568. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  569. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  570. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  571. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  572. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  573. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  574. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  575. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  576. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  577. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  578. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  579. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  580. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  581. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  582. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  583. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  584. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  585. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  586. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  587. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  588. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  589. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  590. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  591. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  592. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  593. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  594. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  595. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  596. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  597. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  598. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  599. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  600. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  601. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  602. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  603. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  604. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  1. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
  2. κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
  3. κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
  4. Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
  5. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  6. κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
  7. ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
  8. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  9. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
  11. ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
  12. ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  13. ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  14. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  15. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  16. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  17. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  18. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  19. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20. ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
  21. ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  22. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
  23. τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
  24. νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  25. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
  26. ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
  27. αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
  28. ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
  29. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  30. μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  31. οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
  32. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
  33. τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
  34. οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
  35. καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
  36. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  37. ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
  38. ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  39. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  40. μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
  41. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  42. εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  43. πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
  44. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  45. σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  46. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  47. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  48. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  49. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  50. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  51. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  52. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  53. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  54. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  55. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  56. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  57. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  58. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  59. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  60. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
  61. Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  62. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  63. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  64. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  65. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  66. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  67. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  68. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  69. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  70. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  71. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  72. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  73. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  74. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  75. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  76. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  77. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  78. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  79. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  80. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  81. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  82. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  83. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  84. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  85. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  86. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  87. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  88. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  89. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  90. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  91. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  92. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  93. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  94. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  95. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  96. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  97. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  98. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  99. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  100. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  101. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  102. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  103. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  104. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  105. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  106. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  107. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  108. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  109. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  110. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  111. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  112. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  113. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  114. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  115. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  116. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  117. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  118. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  119. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  120. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  121. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  122. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  123. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  124. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  125. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  126. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  127. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  128. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
  129. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  130. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  131. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  132. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  133. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  134. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  135. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
  136. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
  137. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  138. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  139. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  140. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  141. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  142. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  143. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  144. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  145. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  146. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  147. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  148. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  149. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  150. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  151. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
  152. πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
  153. καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
  154. ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
  155. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
  156. ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
  157. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
  158. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
  159. αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
  160. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
  161. εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
  162. ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
  163. τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
  164. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
  165. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
  166. ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
  167. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  168. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  169. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  170. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  171. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  172. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  173. ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
  174. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  175. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  176. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  177. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  178. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  179. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
  180. πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
  181. πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
  182. αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
  183. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  184. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  185. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  186. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  187. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  188. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  189. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  190. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  191. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  192. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  193. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  194. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  195. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  196. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  197. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  198. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  199. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  200. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  201. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  202. οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  203. μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  204. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  205. μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  206. τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  207. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  208. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  209. ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  210. εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  211. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  212. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  213. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  214. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  215. οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  216. κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  217. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  218. πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
  219. ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
  220. ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
  221. βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
  222. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
  223. ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
  224. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
  225. ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
  226. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  227. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  228. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  229. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  230. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  231. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  232. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  233. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  234. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  235. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  236. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  237. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  238. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  239. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  240. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  241. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  242. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  243. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  244. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  245. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  246. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  247. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  248. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  249. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  250. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  251. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  252. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  253. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  254. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  255. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  256. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  257. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  258. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  259. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  260. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  261. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  262. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  263. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  264. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  265. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  266. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  267. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  268. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  269. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  270. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  271. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  272. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  273. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  274. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  275. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  276. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  277. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  278. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  279. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  280. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  281. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  282. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  283. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  284. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  285. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  286. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  287. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  288. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  289. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  290. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  291. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  292. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  293. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  294. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  295. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  296. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  297. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  298. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  299. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  300. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  301. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  302. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  303. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  304. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  305. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  306. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  307. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  308. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  309. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  310. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  311. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  312. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  313. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  314. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  315. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  316. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  317. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  318. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  319. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  320. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  321. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  322. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  323. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  324. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  325. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  326. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  327. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  328. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  329. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  330. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  331. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  332. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  333. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  334. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  335. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  336. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  337. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  338. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  339. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  340. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  341. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  342. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  343. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  344. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  345. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  346. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  347. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  348. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  349. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  350. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  351. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  352. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  353. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  354. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  355. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  356. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  357. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  358. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  359. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  360. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  361. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  362. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  363. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  364. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  365. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  366. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  367. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  368. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  369. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  370. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  371. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  372. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  373. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  374. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  375. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  376. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  377. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  378. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  379. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  380. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  381. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  382. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  383. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
  384. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
  385. ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
  386. ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
  387. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
  388. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
  389. ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
  390. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
  391. ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
  392. δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
  393. οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
  394. θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
  1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  3. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
  4. ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
  5. κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
  6. εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
  7. καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
  8. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
  9. ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  10. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
  11. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  12. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  13. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  14. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  15. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  16. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  17. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  18. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
  19. νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  20. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
  21. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  22. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
  23. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
  24. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
  25. ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
  26. φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
  27. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
  28. σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
  29. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  30. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  31. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  32. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  33. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  34. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  35. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  36. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  37. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  38. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  39. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  40. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
  41. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  42. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
  43. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  44. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  45. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  46. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
  47. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  48. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  49. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  50. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  51. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  52. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  53. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  54. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  55. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  56. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  57. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  58. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  59. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  60. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  61. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
  62. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  63. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  64. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  65. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  66. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  67. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  68. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  69. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  70. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  71. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  72. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  73. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  74. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  75. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  76. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  77. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  78. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  79. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  80. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  81. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  82. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  83. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  84. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  85. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  86. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  87. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  88. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  89. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  90. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  91. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  92. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  93. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  94. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  95. καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
  96. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  97. νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
  98. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
  99. ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
  100. ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
  101. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  102. ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
  103. μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
  104. ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
  105. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
  106. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
  107. οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
  108. οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
  109. οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
  110. καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
  111. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  112. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  113. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  114. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  115. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  116. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  117. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  118. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  119. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  120. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  121. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
  122. ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
  123. ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
  124. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
  125. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
  126. τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
  127. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  128. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  129. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  130. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  131. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  132. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  133. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  134. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  135. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  136. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  137. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  138. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  139. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  140. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  141. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
  142. ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
  143. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  144. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  145. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  146. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  147. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  148. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  149. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  150. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  151. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  152. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  153. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  154. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
  155. τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
  156. ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
  157. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  158. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  159. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  160. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  161. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  162. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  163. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  164. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  165. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  166. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  167. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  168. Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  169. δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
  170. εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
  171. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
  172. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
  173. οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
  174. ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
  175. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
  176. ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
  177. πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
  178. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
  179. ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
  180. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  181. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
  182. πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
  183. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
  184. τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
  185. ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
  186. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
  187. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  188. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  189. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  190. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  191. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  192. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  193. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  194. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  195. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  196. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  197. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  198. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
  199. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  200. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  201. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  202. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  203. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  204. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  205. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  206. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  207. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  208. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  209. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  210. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  211. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  212. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  213. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  214. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  215. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  216. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  217. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  218. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  219. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  220. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  221. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  222. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  223. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  224. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  225. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  226. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  227. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  228. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  229. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  230. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  231. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  232. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  233. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  234. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  235. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  236. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  237. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  238. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  239. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  240. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
  241. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  242. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  243. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  244. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
  245. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
  246. θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
  247. ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
  248. ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  249. ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
  250. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  251. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  252. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  253. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  254. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  255. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  256. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  257. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  258. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  259. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  260. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
  261. ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
  262. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  263. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  264. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  265. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  266. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
  267. ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
  268. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  269. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  270. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  271. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  272. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  273. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  274. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  275. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
  276. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
  277. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
  278. λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
  279. νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
  280. ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
  281. ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
  282. χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
  283. ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
  284. ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
  285. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
  286. δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
  287. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  288. ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
  289. οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
  290. δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
  291. μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  292. ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  293. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  294. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  295. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  296. ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  297. ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  298. μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  299. ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  300. ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
  301. ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
  302. ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  303. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  304. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  305. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  306. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  307. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  308. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  309. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  310. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  311. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  312. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  313. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
  314. ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
  315. ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
  316. οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
  317. οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
  318. μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
  319. ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
  320. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  321. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  322. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  323. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  324. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
  325. ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
  326. μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
  327. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  328. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  329. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  330. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  331. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  332. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  333. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  334. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  335. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  336. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  337. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  338. εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
  339. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  340. δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
  341. καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
  342. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  343. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  344. μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
  345. κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
  346. οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  347. οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
  348. τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
  349. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  350. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  351. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  352. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  353. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  354. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  355. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  356. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  357. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  358. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  359. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
  360. μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
  361. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  362. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  363. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  364. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  365. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  366. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  367. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  368. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  369. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  370. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  371. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  372. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  373. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  374. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  375. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
  376. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
  377. μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
  378. Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
  379. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  380. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  381. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  382. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  383. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  384. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  385. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  386. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  387. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  388. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  389. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  390. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  391. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  392. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  393. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  394. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  395. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  396. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  397. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  398. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  399. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  400. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  401. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  402. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  403. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  404. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  405. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  406. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  407. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  408. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  409. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  410. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  411. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  412. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  413. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  414. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  415. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  416. εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
  417. γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
  418. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  419. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  420. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
  421. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  422. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  423. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  424. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  425. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  426. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
  427. οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
  428. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
  429. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  430. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  431. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  432. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  433. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  434. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
  1. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
  2. ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
  3. ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  4. αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  5. οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
  6. νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
  7. εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
  8. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
  9. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  10. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  11. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  12. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  13. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  14. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  15. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
  16. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
  17. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
  18. βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
  19. αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  20. ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
  21. σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
  22. μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
  23. ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
  24. πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  25. οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
  26. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
  27. ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
  28. ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  29. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  30. κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
  31. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
  32. ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
  33. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  34. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  35. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  36. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  37. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  38. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  39. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  40. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  41. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  42. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  43. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  44. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  45. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  46. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  47. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
  48. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  49. Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  50. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  51. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  52. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  53. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  54. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  55. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  56. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  57. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  58. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  59. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  60. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  61. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  62. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  63. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  64. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  65. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
  66. ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
  67. ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
  68. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  69. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  70. ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
  71. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  72. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  73. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  74. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  75. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  76. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
  77. ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
  78. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  79. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
  80. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  81. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  82. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  83. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  84. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  85. κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
  86. καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
  87. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  88. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  89. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  90. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
  91. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  92. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  93. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  94. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  95. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  96. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  97. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  98. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  99. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  100. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  101. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  102. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  103. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  104. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
  105. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  106. οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
  107. μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
  108. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  109. βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
  110. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
  111. καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
  112. βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  113. αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
  114. ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
  115. ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
  116. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
  117. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
  118. βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  119. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
  120. τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
  121. ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
  122. αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  123. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
  124. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  125. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
  126. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
  127. ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
  128. ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
  129. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
  130. ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
  131. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  132. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
  133. καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
  134. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  135. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  136. οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  137. αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  138. καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  139. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
  140. ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
  141. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
  142. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  143. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  144. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  145. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  146. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  147. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  148. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  149. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  150. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  151. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  152. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  153. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  154. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  155. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
  156. κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
  157. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
  158. καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
  159. ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
  160. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  161. βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
  162. οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
  163. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  164. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  165. κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
  166. ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
  167. ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
  168. ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
  169. πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
  170. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  171. ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
  172. σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
  173. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
  174. ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
  175. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  176. κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
  177. ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
  178. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  179. βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
  180. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
  181. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  182. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  183. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  184. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  185. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  186. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  187. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  188. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  189. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  190. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  191. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  192. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  193. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  194. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  195. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  196. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  197. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  198. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  199. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  200. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  201. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  202. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  203. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  204. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  205. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  206. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  207. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
  208. Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
  209. ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
  210. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
  211. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
  212. πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
  213. Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
  214. μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
  215. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
  216. ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,
  217. ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς
  218. ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
  219. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
  220. κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,
  221. τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας
  222. ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας
  223. οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.