Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  2. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  3. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  4. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  5. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  6. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  7. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  8. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  9. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  10. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  11. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  12. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  13. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  14. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  15. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  16. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  17. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  18. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  19. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  20. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  21. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  22. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  23. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  24. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  25. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  26. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  27. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  28. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  29. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  30. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  31. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  32. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  33. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  34. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  35. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  36. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  37. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  38. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  39. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  40. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  41. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  42. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  43. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  44. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  45. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  46. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  47. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  48. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  49. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  50. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  51. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  52. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  53. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  54. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  55. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  56. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  57. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  58. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  59. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  60. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  61. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  62. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  63. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  64. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  65. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  66. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  67. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  68. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  69. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  70. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  71. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  72. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  73. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  74. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  75. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  76. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  77. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  78. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  79. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.