Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  2. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  3. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  4. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  5. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  6. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  7. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  8. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  9. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  10. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  11. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  12. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  13. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  14. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  15. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  16. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  17. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.