Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  2. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  3. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  4. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  5. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  6. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  7. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  8. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  9. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,