Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  2. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  3. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  4. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  5. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  6. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  7. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  8. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  9. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,