Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  2. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  3. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  4. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  5. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  6. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  7. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  8. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  9. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  10. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  11. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  12. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·