Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  2. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  3. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  4. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  5. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  6. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  7. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  8. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  9. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  10. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  11. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  12. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  13. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  14. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  15. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  16. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  17. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  18. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  19. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  20. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  21. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  22. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  23. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  24. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  25. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  26. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  27. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  28. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  29. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  30. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  31. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  32. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  33. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  34. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  35. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  36. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  37. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  38. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  39. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  40. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  41. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  42. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  43. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  44. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  45. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  46. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  47. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  48. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  49. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  50. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  51. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  52. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  53. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  54. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  55. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  56. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  57. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,