Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  2. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  3. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  4. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  5. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  6. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  7. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  8. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  9. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  10. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  11. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,